Jeremiah 5

1Περιδράμετε ἐν ταῖς ὁδοῖς Ιερουσαλημ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει κύριος. 2Ζῇ κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν; 3κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι. 4καὶ ἐγὼ εἶπα Ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ· 5πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς. 6διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλέθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. 7ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν θεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον. 8ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον. 9μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ψυχή μου; 10ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν. 11ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ, λέγει κύριος, οἶκος Ισραηλ καὶ οἶκος Ιουδα. 12ἐψεύσαντο τῷ κυρίῳ ἑαυτῶν καὶ εἶπαν οὐκ ἔστιν ταῦτα· οὐχ ἥξει ἐφ' ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν Οὐκ ὀψόμεθα· 13οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς. 14διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ Ἀνθ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς. 15ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος Ισραηλ, λέγει κύριος, ἔθνος, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ· 16πάντες ἰσχυροὶ 17καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν, καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τους ελαιωνας ὑμῶν και ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς υμων ἐφ' αἷς ὑμεῖς πεποίθατε ἐπ' αὐταῖς, ἐν ῥομφαίᾳ. 18καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν. 19καὶ ἔσται ὅταν εἴπητε Τίνος ἕνεκεν ἐποίησεν κύριος θεὸς ἡμῶν ἡμῖν ἅπαντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς Ἀνθ ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν. 20ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ιακωβ, καὶ ἀκουσθήτω ἐν τῷ Ιουδα. 21ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν. 22μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει κύριος, ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσιν τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό. 23τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν· 24καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν Φοβηθῶμεν δὴ κύριον τὸν θεὸν ἡμῶν τὸν διδόντα ἡμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν. 25αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμῶν· 26ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν. 27ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν· 28καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. 29μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος, ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ψυχή μου; 30ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς. 31οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Copyright information for LXX